Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.97 Joseph. AJ 1.101 (English) >>Joseph. AJ 1.106

1.99

Νώχου δὲ ταύτας ποιησαμένου τὰς ἱκετείας θεὸς ἐπὶ δικαιοσύνῃ τὸν ἄνδρα ἀγαπῶν ἐπένευεν αὐτῷ τὰς εὐχὰς εἰς τέλος ἄξειν, οὔτε τοὺς διεφθαρμένους λέγων αὐτὸς ἀπολέσαι, κακίᾳ δὲ τῇ οἰκείᾳ ταύτην αὐτοὺς ὑποσχεῖν τὴν δίκην, οὔτʼ ἄν, εἰ γενομένους ἀνθρώπους ἀφανίσαι διεγνώκει, παραγαγεῖν αὐτοὺς εἰς τὸν βίον, 1.100σῶφρον γὰρ εἶναι τὴν ἀρχὴν αὐτοῖς μηδὲ χαρίσασθαι τὸ ζῆν δόντα τοῦτο διαφθείρειν· ἀλλʼ οἷς ἐξύβριζον εἰς τὴν ἐμὴν εὐσέβειαν καὶ ἀρετήν, τούτοις ἐξεβιάσαντό με ταύτην αὐτοῖς ἐπιθεῖναι τὴν δίκην. 1.101παύσομαι δὲ τοῦ λοιποῦ μετὰ τοσαύτης ὀργῆς τὰς τιμωρίας ἐπὶ τοῖς ἀδικήμασιν εἰσπραττόμενος καὶ πολὺ μᾶλλον σοῦ παρακαλοῦντος. εἰ δʼ ἐπὶ πλέον ποτὲ χειμάσαιμι, μὴ δείσητε τῶν ὄμβρων τὸ μέγεθος· οὐ γὰρ ἔτι τὴν γῆν ἐπικλύσει τὸ ὕδωρ. 1.102παραινῶ μέντοι σφαγῆς ἀνθρωπίνης ἀπέχεσθαι καὶ καθαρεύειν φόνου τοὺς δράσαντάς τι τοιοῦτον κολάζοντας, χρῆσθαι δὲ τοῖς ἄλλοις ζῴοις ἅπασι πρὸς βούλεσθε καὶ τὰς ὀρέξεις ἔχετε. δεσπότας γὰρ ἁπάντων ὑμᾶς εἶναι πεποίηκα τῶν τε χερσαίων καὶ νηκτῶν καὶ ὅσα τὴν μετάρσιον αἰώραν ἔχει καὶ φοράν, χωρὶς αἵματος· ἐν τούτῳ γάρ ἐστιν ψυχή. 1.103σημανῶ δὲ ὑμῖν παῦλαν ἐσομένην τοξείᾳ τῇ ἐμῇτὴν ἶριν ἀποσημαίνων· τόξον γὰρ εἶναι τοῦ θεοῦ παρὰ τοῖς ἐκεῖ νενόμισται. καὶ μὲν θεὸς ταῦτʼ εἰπὼν καὶ ὑποσχόμενος ἀπαλλάσσεται.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.97 Joseph. AJ 1.101 (English) >>Joseph. AJ 1.106

Powered by PhiloLogic